ΠΥΡΓΕΤΟΥ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ

 

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΝΙΚΟΔΗΜΟ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗ

ΑΓΙΟΣ ΝΙΚΟΔΗΜΟΣ ΑΓΙΟΡΕΙΤΗΣ

ΑΓΙΟΣ ΝΙΚΟΔΗΜΟΣ ΑΓΙΟΡΕΙΤΗΣ

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀλήθειά σ

ου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου. Καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου,

ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος,

καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψης τό πρόσωπόν σου ἀπ’ ἔμου,

καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρός

σέ ἤρα τήν ψυχήν μου. Ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον, δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου. Τό πνεῦμά σου τό ἀγαθόν

ὁδηγήσει μέ ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ. Ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς

ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Καί εὐθύς τό, Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἕξης:

Ἦχος δ΄.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ἐν τοῖς Πατράσιν ὁ κλεινός θεολόγος, τῆς Ἐκκλησίας ἡ θεομουσος σάλπιγξ, τῶν μοναζόντων καύχημα, ἠμῶν ὁδηγός, ὕψωσον τούς ἀγαπώντας σέ, εἰς Θεόν, ὄντας χαμερπεῖς,

τῷ ἀετοπτέρω σου νοί καί θεοσόφω, τοῦ ἀπολαῦσαι δόξης θεϊκῆς τρισυποστάτου, Νικόδημε ὅσιε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων;

Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού, σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν΄ (50).

Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς

ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιον μούεεστι διά παντός. Σοί μόνω ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα,

ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν

ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί

ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν

καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλης

ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ

ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ὁ Θεός, οὐκ

ἐξουδενώοει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Εἴτα ψάλλομεν τόν Κανόνα, οὗ ἡ ἀκροστιχίς: «Τόν Νικόδημον Ἁγιορείτην ἰκετεύομεν»

Ὠδή ἅ΄

Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Τή θεία ἀγάπη πυρακτωθεῖς, νοί καί καρδία, ἀγαπήσας τόν Ἰησοῦν, τά ὕψη τοῦ Πνεύματος ἐν Ἄθω, ὡς ὑψιπέτης ἀνῆλθες, Νικόδημε.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ὁ θεῖος τῆς Νάξου καί εὐκλεής, Νικόδημος μέγας, οἰκουμένης ὁ φωταυγής ἀστήρ, ὁ λαμπρότατος φωτίζει, τά τῆς ψυχῆς καί τοῦ νοῦ μου ἀπόκρυφα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ναξίας τό καύχημα τό τερπνόν, πρός σέ καταφεύγω, καί προσπίπτω σοί ἐκτενῶς, τήν Νάξον περισκεπε εὐχαίς σου, ὡς παρρησίαν σύ ἔχων πρός Κύριον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Νοός μου τό σκότος τό ζοφερόν, πρός σέ καταφεύγω, καί προσπίπτω σοί ταπεινῶς, διαλυσον, Κόρη Θεομῆτορ, καί φωτισμόν διανοίας μοί δώρησαι.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἰοβόλον τόν ὄφιν, καταβαλῶν, Ὅσιε, καί ἀγωνισθεῖς ἐλαμπρύνθης τή θεία χάριτι, τή παρρησία σου, ἐκδυσωπῶν τόν Δεσπότην, τάς δεήσεις ἴθυνον τοῦ ἐλεῆσαι μέ.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Καταθέτω σοί, πάτερ, τόν ψυχικόν τάραχον, καί τῆς βοηθείας σου χείρα τάχιστα ἔκτεινον, ὅτι, Νικόδημε, τόν ἀρχηγόν τῆς γαλήνης, τόν Χριστόν ἐδόξασας τόν σέ δοξάσαντα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ὁ θεοσοφός νοῦς σου, ἑρμηνευτής ἄριστος, ἀγγελοειδῶς ἐκινήθη θείοις συγγράμμασι, ταῦτα ἠρμήνευσας, ὡς γραμματεύς θεοφόρος, καί αὐτῶν τῷ πνεύματι τόν νοῦν μου φώτισον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Δωρεῶν πεπλησμένη, καί ἀρετῶν γέμουσα, τή καθαρωτάτη ζωή σου δίδως παράδειγμα, καί πρός οὐράνια, ἀνυψωθεῖσα πρεσβεύεις, διά τοῦτο, Παναγνέ, ἔχω προστάτιν σέ.

Αἴτησις ὑπό τοῦ ἱερέως. Εἴτα Κάθισμα. Ἦχος β΄. Τά ἄνω ζητῶν.

Εὐχή τόν ἐχθρόν κατέβαλες, Νικόδημε, ὑψώσας τόν νοῦν λειμῶσι κατετρύφησας τοῦ Ἁγίου Πνεύματος. Θεοφόρε ὅσιε, πρέσβευε, ὡς παρρησίαν ἔχων πρός Χριστόν, Θεῶ καί ἠμᾶς ὑψοῦσθαι πάντοτε.

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἡ τοῦ πνεύματος ἄσκησις, καί τό ταπεινόν της καρδίας, Ὅσιε, σέ κατέστησαν θεόφιλον, καί χριστιανῶν μεσίτην τέλειον.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν. 

Μιμνησκόμενοι ἅπαντες, τῶν ἁμαρτιῶν ἠμῶν, ἰκετεύομεν, τόν Σωτήρα ταῖς πρεσβείαις σου, διασῶσαι πάντας τούς ὑμνοῦντας σέ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ὀρθοδόξων τό καύχημα, καί τῶν μοναζόντων τό ἐγκαλλώπισμα, ἰκετεύομεν σέ, Ὅσιε, τούς τιμώντας σέ σκέπειν ἀείποτε.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Νῦν ἰδόντες τάς χάριτας καί τάς δωρεᾶς σου, μόνη πανύμνητε, τή πρεσβεία σου προστρέχομεν, ἴνα πάντες σκέπη σου φρουρώμεθα.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἄνακτα Θεόν, ὑπηρέτησας, Νικόδημε, ὡς δοῦλος τέλειος ἰδρῶσι χαρᾶς, καί εὐφροσύνη τῆς καρδίας σου ἐλάτρευσας.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Γόνιμος ἠμίν ἡ σπορά σου ἀνεδείχθη, σοφέ, τῆς οὐρανίου μακαριότητος, κατατρυφῶντες τῶν θείων βιβλίων σου, γευόμεθα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἴθυνον ἠμᾶς, πρός τόν Κύριον, Νικόδημε, τοῦ συγχωρῆσαι τάς ψυχᾶς ἤμων, καί φῶς λαβόντες τῷ πνεύματι λαμπρυνθήσεσθαι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ὄντως οἱ πιστοί, οὐ δυνάμεθα ὑμνῆσαί σου τά μεγαλεία, Θεονύμφευτε Ἁγνή, ἀλλά τή σκέπη καί πρεσβεία σου προστρέχομεν.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ρακώδης εἰς Σκυροπούλαν ἔζησας, δεκελλίτης, σκαπανεύς, ὡς χειρώναξ, ἀλλ’ ἐν καρδία σου ἔφερες, Πάτερ, ἐν εὐφροσύνη ἀγάπης τόν Κύριον, λατρεύσας πόθω τῷ Θεῶ,

ἐδοξάσθης, Νικόδημε ὅσιε. 

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἐν Πνεύματι, τῷ Ἁγίω ἔγραψας, τάς πολλᾶς σωτηριώδεις σου βίβλους, ἄς ἀναγνῶντες πλουτίζομεν πάντων, τῶν τοῦ Θεοῦ χαρισμάτων καί Πνεύματος, δεόμεθα ταλις σαῖς εὐχαῖς,

τοῦ Κυρίου λυτρώσασθαι ἅπαντας.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἰσχύσας τῷ πνεύματί σου, Ὅσιε, κατεπόνεις τό σόν σῶμα τοῖς κόποις, καί θεηγόρος Διδάσκαλος λάμψας, ἐχειραγώγεις τούς πάντας πρός Κύριον, Νικόδημε, καί νῦν ἠμῶν, τάς

καρδίας καί τόν νοῦν χειραγώγησον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Τήν μόνην τῶν γυναικών πανάμωμον, πεπλησμένην Πνεύματος Ἁγίου, τήν Μαριάμ ἰκετεύσομεν πάντες, τήν τόν Σωτήρα τοῦ κόσμου κυήσασαν, διδόναι ἠμίν δωρεᾶς, ἄς καί ἔλαβε

Πνεύματος χάριτι.

Διασωσον τούς ὑμνητᾶς σου, Νικόδημε θεοφόρε, ὅτι χάρισιν ὁ Θεός πολλαῖς σέ ἐκόσμησε, παρέχων σοί δύναμιν προστατεύειν.

Ἄχραντε, ἡ διά Λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν. 

Αἴτησις καί τό Κοντάκιον.

Ἦχος πλ. δ΄. Τή ὑπερμάχω.

Τόν ὑψιπέτην, οὐρανίων μύστην ἄριστον, τῶν θεοσόφων συγγραμμάτων τόν Διδάσκαλον, Ἐκκλησίας τό ἑδραίωμα καί τεῖχος, τήν φιλέρημον τρυγόνα, καλλικέλαδον, ἀνυμνοῦμεν οἱ πιστοί καί γεραίρομεν, ἁγιώτατε, χαίροις πάτερ Νικόδημε.

Καί εὐθύς τό Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὅσιου αὐτοῦ (δίς).

Στίχ. Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὅσιου αὐτοῦ.

Ὁ Ἱερεύς:Καί ὑπέρ τοῦ καταξιωθῆναι ἠμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου…

Ὁ Χορός: Κύριε, ἐλέησον (ἐκ γ΄)

Ὁ Ἱερεύς: Σοφία, ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πάσι.

Ὁ Χορός: Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς. Ἐκ τοῦ κατά Ματθαῖον, ἁγίου Εὐαγγελίου, τό Ἀνάγνωσμα. Προσχωμεν.

Ὁ Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.

Ὁ Ἱερεύς.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου, καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰ μή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει, εἰ μή ὁ Υἱός

καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ,

ὅτι πράος εἰμι καί ταπεινός τή καρδία, καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστιν.

Ὁ Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.

Ἦχος β΄.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ταῖς τού σου Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον, Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι…

Νάξιε Νικόδημε, τή σή ἐνθέω πορεία, ἀνεδείχθης Ὅσιος, καί ὡς ἄστρον ἔλαμψας ἐν ταῖς βίβλοις σου, χάριν γάρ ἔλαβες, μύστης χρηματίσας, τῶν χαρίτων τοῦ Παντάνακτος.

Λόγοις καί πράξεσι γέγονας διδάσκαλος, Ὅσιε. Ὅθεν μυσταγωγούμενοι, τοῖς σοφοίς σου λόγοις κραυγάζομεν. Πρέσβευε Κυρίω, ὑπέρ τοῦ φωτισθῆναι τούς πιστούς, καί

μελετώντας τάς βίβλους σου, θείας δόξης τεύξασθαι.

Ὁ Ἱερεύς: Σῶσον, ὁ Θεός, τόν λαόν σου…

Ὁ Χορός: Κύριε, ἐλέησον (12 φορᾶς).

Ὁ Ἱερεύς: Ἐλέει καί οἰκτιρμοῖς…

Ὁ Χορός: Ἀμήν.

Καί εἴτα ψάλλονται αἵ λοιπαί ὠδαί τοῦ Παρακλητικοῦ Κανόνος.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἡ θεόπνευστος σκέψις, τῆς σοφίας λειμώνα, κατευωδέστατον, ἐκ μύρου τοῦ Ἁγίου, ταῖς χάρισι καί γνώσει ἐνεφύτευσεν, Ὅσιε. Τῶν χαρισμάτων τῶν σῶν, ἠμεῖς κατατρυφῶμεν.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Νικοδήμου τά ἔργα, βιοτής ἀναγλύφου, ἠμᾶς εὐφραίνουσι, ἐμπνέουσι τοῖς μύσταις, τόν Κύριον ζητῆσαι, καί ἐν πίστει προσεύξασθαι, καί εὐλογῆσαι Θεόν, τόν σώζοντα τόν κόσμον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἰσχυρῶς ἠγωνίσθης, καί δικαίως ἐστέφθης, τῷ τοῦ ἀγῶνός σου, στεφάνω ἀφθαρσίας, διό καί παρρησία, ὡς σύ ἔχεις πρός Κύριον, καθικετεύειν αὐτόν, ἠμᾶς ἐλεηθῆναι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Κυρία τῶν Ἀγγέλων, καί ἠμῶν προστασία, Θεογεννήτρια, ὡς ἔχεις ἐξουσίαν, ἀνθρώποις καί Ἀγγέλοις, προστατεύειν δεόμεθα, καί τῶν παντοίων κακῶν, ἠμᾶς ἐλευθερῶσαι.

Ὠδή ἡ΄. Τόν βασιλέα τῶν οὐρανῶν.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἐμεγαλύνθης τή ἀρετή καί ἀσκήσει, καί ἠμίν συγγραφᾶς σου ἀφήκας, ὅθεν σέ, Πάτερ, δικαίως ἀνυμνοῦμεν.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Τῶν χαρισμάτων τῶν θεϊκῶν σύ πλουτήσας, ὡς φωστήρ ἀνέτειλας ἀνθρώποις, διό δυσωποῦμεν, σόν φωτισμόν παρέχειν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἐκ τῶν γήινων καί χαμερπῶν ἐξυψώθη ἡ ψυχή καί τό σῶμα σου, Πάτερ, ὅθεν σου ὑμνοῦμεν τούς ἄθλους καί τόν βίον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ὑπέρ Ἀγγέλους τιμιωτέρα κατέστης, ὡς χαρίτων πεπλησμένη, Παρθένε, ὅθεν ὑπό σκέπην τήν σήν ἠμᾶς φυλάττεις.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Οὐράνιον τόν βίον, ἔζησας ἐν Ἄθω, ἀναδειχθεῖς θεοφόρος σύ, Ὅσιε, καί τή ἀσκήσει ἀνέβης ἁγίαν κλίμακα.

Ὅσιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Μαρτύρων καί ὅσιων, ὕμνησας τόν βίον, εἰς τάς σᾶς βίβλους τοῖς λόγοις σου, Ὅσιε. Οὐρανοδρόμον πορείαν ἠμίν διανοιξον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἐκλάμψας ταῖς ἀκτίσι, Πνεύματος Ἁγίου, τό ζοφερόν του νοός ἠμῶν φώτισον, ὡς καί πρεσβεύειν σέ, Πάτερ, Θεῶ αἰτούμεθα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ναός ὁ φωτοφόρος, λάμπρυνον, Παρθένε, τούς ἐντρυφώντας ταῖς βίβλοις, αἶς ὕμνησε, ὁ τῆς Ναξίας Νικόδημος, τάς σᾶς χάριτας.

Τό Ἄξιον ἐστιν καί τά Μεγαλυνάρια.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν

ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Θυμιά ὁ ἱερεύς καί ἠμεῖς ψάλλομεν Μεγαλυνάρια τοῦ Ἁγίου Νικοδήμου

Χαίροις τῶν Πατέρων ὁ εὐκλεής, θείων διδαγμάτων, χρυσορρόας ὁ ποταμός, χαίροις ὁ συγγράψας τάς βίβλους τάς ἐνθέους, βαπτίσας τό πτερόν σου τῷ θείω Πνεύματι.

Χαίροις θεοφόρε Πάτερ ἠμῶν, καί τῆς νήσου Νάξου εὐωδέστατος ὁ καρπός, χαίροις Σκυροπούλης, φιλέρημον στρουθίον, καί πάντων τῶν ὁσίων τό ἐγκαλλώπισμα.

Ἐν Ὄρει Ἁγίω φωτολαμφθεῖς, χάριτι τή θεία τή καρδία καί τῷ νοί, Κύριον Σωτήρα ἐλάτρευσας ὁσίως, Νικόδημε παμμάκαρ, ἐνθέω βίω σου.

Νικόδημε θεῖε, σύ ἑλλαμφθεῖς, ἐν καιροῖς ὑστέροις τῆς πατρίδος τοῖς ζοφεροῖς, ἐφώτισας φέγγει τό Γένος τῶν Ἑλλήνων, τῶν βίβλων τῶν ἐνθέων, ἄς σύ συνέγραψας.

Χαίροις τῆς Ναξίας θεῖος βλαστός, κλεινός θεολόγος, ὑψιπέτης πνευματικός, Νικόδημε πάτερ, ὀδῶ Θεολογίας, εὐχαῖς καί ἰκεσίαις σου χειραγώγησον.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Ὁ Ἀναγνώστης.

Ἀμήν. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς (τρίς).

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἠμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκειψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον

δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς. Ὅτι σου ἐστινη βασιλεία, καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Οἱ Ψάλται τά τροπάρια.

Ἦχος πλ. β΄.

Ἐλέησον ἠμᾶς, Κύριε, ἐλέησον ἠμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην σοί τήν ἱκεσίαν, ὡς Δεσπότη, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἠμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Κύριε, ἐλέησον ἠμᾶς, ἐπί σοῖ γάρ πεποίθαμεν μή ὀργισθῆς ἠμίν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἠμῶν, ἀλλ’ ἐπιβλεψον καί νῦν ὡς εὔσπλαγχνος, καί λύτρωσαι ἠμᾶς ἐκ

τῶν ἐχθρῶν ἠμῶν, σύ γάρ εἰ Θεός ἠμῶν, καί ἠμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καί τό ὄνομά σου ἐπικεκλήμεθα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Τῆς εὐσπλαγχνίας τήν πύλην ἀνοιξον ἠμίν εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μή ἀστοχήσαιμεν, ρυσθείημεν διά σου τῶν περιστάσεων, σύ γάρ εἰ ἡ σωτηρία τοῦ γένους

τῶν Χριστιανῶν.

Ὁ ἱερεύς ποιεῖ ἐκτενῆ δέησιν καί ἀπόλυσιν. Μετά τήν ἀπόλυσιν ψάλλομεν τά τροπάρια:

Ἦχος β΄.Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν.

Δεῦτε σύν Ναξίοις οἱ πιστοί, τόν Ἁγιορείτην Πατέρα συνεορτάσωμεν νῦν, Νάξου γάρ τό βλάστημα, τῆς οἰκουμένης φωστήρ, ὁ Νικόδημος ἤθλησεν ὁσίως ἐν Ἄθω,τοῦτον καταστέψωμεν ἀγαλλιάσει θερμή, ὕμνοις καί ὠδαῖς θεαρέστως, τούτω καί βοήσωμεν, πάντας φρούρει τέ καί φύλαττε, Νικόδημε.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

 

Κατηγορίες